Φοίβου πέταται. θάσσει δὲ γυνὴ τρίποδα ζάθεον Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς, ἃς ἂν Ἀπόλλων κελαδήσῃ. ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες, τὰς Κασταλίας ἀργυροειδεῖς βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις ἀφυδρανάμενοι στείχετε ναούς· στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν, φήμας τʼ ἀγαθὰς τοῖς ἐθέλουσιν μαντεύεσθαι γλώσσης ἰδίας ἀποφαίνειν. ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας, αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα, τόξοισιν ἐμοῖς φυγάδας θήσομεν· ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς τοὺς θρέψαντας Φοίβου ναοὺς θεραπεύω. Ἴων ἄγʼ, ὦ νεηθαλὲς ὦ καλλίστας προπόλευμα δά- φνας, ἃ τὰν Φοίβου θυμέλαν σαίρεις ὑπὸ ναοῖς, κήπων ἐξ ἀθανάτων, ἵνα δρόσοι τέγγουσʼ ἱεραί, ῥοὰν ἀέναον παγᾶν ἐκπροϊεῖσαι,