οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων· ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο, οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ. δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα. Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός, ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα. ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι. ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν, Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν. Ἴων ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων Ἥλιος ἤδη λάμπει κατὰ γῆν, ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος ἐς νύχθʼ ἱεράν· Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ καταλαμπόμεναι τὴν ἡμερίαν ἁψῖδα βροτοῖσι δέχονται. σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους