ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος; Κρέουσα οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι. Ἴων εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη; Κρέουσα θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν. Ἴων ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ; Κρέουσα ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι. Ἴων ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος; Κρέουσα οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον. Ἴων χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ; Κρέουσα σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον. Ἴων ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία. Κρέουσα οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον. Ἴων τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών; Κρέουσα τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος. Ἴων οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει. Κρέουσα καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν. Ἴων καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα. Κρέουσα σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι. Ἴων οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι; Κρέουσα τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ; Ἴων πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται; Κρέουσα εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος. Ἴων αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν. Κρέουσα ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ. Ἴων οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε. ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι. τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον. ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,