παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας; Ἴων βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι. Κρέουσα καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων; Ἴων οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με Κρέουσα τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους. Ἴων Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν. Κρέουσα ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος; Ἴων βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος. Κρέουσα τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα; Ἴων ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως. Κρέουσα ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις. Ἴων τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν. Κρέουσα οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς; Ἴων ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον. Κρέουσα φεῦ· πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή. Ἴων τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν. Κρέουσα ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν. Ἴων ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι. Κρέουσα μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν. Ἴων λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν. Κρέουσα ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα. Ἴων οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός. Κρέουσα Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν. Ἴων Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη. Κρέουσα καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός. Ἴων οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται. Κρέουσα οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια. Ἴων τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη; Κρέουσα τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.