κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν — λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς — ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς. κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ· ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον, ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν· οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων — τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ, ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται. νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας, Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον. Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο· ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,