τιμᾶ τιμᾶ · ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν. Ἴων τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα; Κρέουσα οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά. Ἴων πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι; Κρέουσα οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός. Ἴων τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά. Κρέουσα Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο. Ἴων καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ; Κρέουσα Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις Ἴων ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη. Κρέουσα ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί. Ἴων ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος; Κρέουσα φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας. Ἴων σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια; Κρέουσα σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου. Ἴων πότερα θεατὴς ἢ χάριν μαντευμάτων; Κρέουσα κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος. Ἴων καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι; Κρέουσα ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα. Ἴων οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ; Κρέουσα ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν. Ἴων ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς. Κρέουσα σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα. Ἴων τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι. Κρέουσα ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο; Ἴων οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα. Κρέουσα ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν. Ἴων ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν. Κρέουσα ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας; Ἴων ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.