ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι. Ἴων τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών; Κρέουσα Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις. Ἴων ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι. Κρέουσα τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα. Ἴων πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ; Κρέουσα τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων; Ἴων ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ; Κρέουσα Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ. Ἴων ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο; Κρέουσα ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν. Ἴων δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ; Κρέουσα Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον. Ἴων ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς. Κρέουσα τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας. Ἴων εἶἑν· τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος Κρέουσα τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ. Ἴων πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους; Κρέουσα ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν. Ἴων σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη; Κρέουσα βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις. Ἴων πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός; Κρέουσα πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν. Ἴων Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος; Κρέουσα τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος. Ἴων τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.