οὐ παραβαίνομεν, ἃ δʼ ἐκτός, ὄμμα τέρψει. Ἴων πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι. Χορός μεθεῖσαν δεσπόται με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν. Ἴων δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων; Χορός Παλλάδι σύνοικα τρόφιμα μέλα- θρα τῶν ἐμῶν τυράννων· παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς. Ἴων γενναιότης σοι, καὶ τρόπων τεκμήριον τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι. γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής. ἔα· ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα, ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια. τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι; ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ; Κρέουσα ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι· ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους μνήμην παλαιὰν ἀνεμετρησάμην τινά· οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που. ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν, εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα; Ἴων τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι; Κρέουσα οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ