κω. σκέψαι κλόνον ἐν τείχεσ- σι λαΐνοισι Γιγάντων. — ὦ φίλαι, ὧδε δερκόμεσθα. — λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳ γοργωπὸν πάλλουσαν ἴτυν — — λεύσσω Παλλάδʼ, ἐμὰν θεόν. — τί γάρ; κεραυνὸν ἀμφίπυρον ὄβριμον ἐν Διὸς ἑκηβόλοισι χερσίν; — ὁρῶ· τὸν δάϊον Μίμαντα πυρὶ καταιθαλοῖ. — καὶ Βρόμιος ἄλλον ἀπολέμοι- σι κισσίνοισι βάκτροις ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς. Χορός σέ τοι, τὸν παρὰ ναὸν αὐ- δῶ· θέμις γυάλων ὑπερ- βῆναι, λευκῷ ποδί γʼ — ; Ἴων οὐ θέμις, ὦ ξέναι. Χορός οὐδʼ ἂν ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν; Ἴων τίνα τήνδε θέλεις; Χορός ἆρʼ ὄντως μέσον ὀμφαλὸν γᾶς Φοίβου κατέχει δόμος; Ἴων στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες. Χορός οὕτω καὶ φάτις αὐδᾷ. Ἴων εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων καί τι πυθέσθαι χρῄζετε Φοίβου, πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν. Χορός ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον