ὡς ἀναθήματα μὴ βλάπτηται ναοί θʼ οἱ Φοίβου κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι τοὺς θεῶν ἀγγέλλοντας φήμας θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις, Φοίβῳ δουλεύσω, κοὐ λήξω τοὺς βόσκοντας θεραπεύων. Χορός — οὐκ ἐν ταῖς ζαθέαις Ἀθά- ναις εὐκίονες ἦσαν αὐ- λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι- άτιδες θεραπεῖαι· ἀλλὰ καὶ παρὰ Λοξίᾳ τῷ Λατοῦς διδύμων προσώ- πων καλλιβλέφαρον φῶς. — ἰδοὺ τάνδʼ, ἄθρησον, Λερναῖον ὕδραν ἐναίρει χρυσέαις ἅρπαις ὁ Διὸς παῖς· φίλα, πρόσιδʼ ὄσσοις. Χορός — ὁρῶ. καὶ πέλας ἄλλος αὐ- τοῦ πανὸν πυρίφλεκτον αἴ- ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ- θεύεται παρὰ πήναις, ἀσπιστὰς Ἰόλαος, ὃς κοινοὺς αἰρόμενος πόνους Δίῳ παιδὶ συναντλεῖ; — καὶ μὰν τόνδʼ ἄθρησον πτεροῦντος ἔφεδρον ἵππου· τὰν πῦρ πνέουσαν ἐναίρει τρισώματον ἀλκάν. Χορός — πάντᾳ τοι βλέφαρον διώ-