νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπʼ εὐνᾶς ὤν. εἴθʼ οὕτως αἰεὶ Φοίβῳ λατρεύων μὴ παυσαίμαν, ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ. ἔα ἔα· φοιτῶσʼ ἤδη λείπουσίν τε πτανοὶ Παρνασοῦ κοίτας· αὐδῶ μὴ χρίμπτειν θριγκοῖς μηδʼ ἐς χρυσήρεις οἴκους — μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς κῆρυξ, ὀρνίθων γαμφηλαῖς ἰσχὺν νικῶν. ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει κύκνος. οὐκ ἄλλᾳ φοινικοφαῆ πόδα κινήσεις; οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου σύμμολπος τόξων ῥύσαιτʼ ἄν. πάραγε πτέρυγας· λίμνας ἐπίβα τᾶς Δηλιάδος· αἱμάξεις, εἰ μὴ πείσῃ, τὰς καλλιφθόγγους ᾠδάς. ἔα ἔα· τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα; μῶν ὑπὸ θριγκοὺς εὐναίας καρφυρὰς θήσων τέκνοις; ψαλμοί σʼ εἴρξουσιν τόξων. οὐ πείσῃ; χωρῶν δίναις ταῖς Ἀλφειοῦ παιδούργει, ἢ νάπος Ἴσθμιον,