μυρσίνας ἱερὰν φόβαν· ᾇ σαίρω δάπεδον θεοῦ παναμέριος ἅμʼ ἁλίου πτέρυγι θοᾷ λατρεύων τὸ κατʼ ἦμαρ. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων εἴης, ὦ Λατοῦς παῖ. Ἴων καλόν γε τὸν πόνον, ὦ Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ- ω τιμῶν μαντεῖον ἕδραν· κλεινὸς δʼ ὁ πόνος μοι θεοῖσιν δούλαν χέρʼ ἔχειν οὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις· εὐφάμους δὲ πόνους μοχθεῖν οὐκ ἀποκάμνω. Φοῖβός μοι γενέτωρ πατήρ· τὸν βόσκοντα γὰρ εὐλογῶ, τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω Φοίβου τοῦ κατὰ ναόν. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων εἴης, ὦ Λατοῦς παῖ. Ἴων ἀλλʼ ἐκπαύσω γὰρ μόχθους δάφνας ὁλκοῖς, χρυσέων δʼ ἐκ τευχέων ῥίψω Γαίας παγάν, ἃν ἀποχεύονται Κασταλίας δῖναι,