τὰ τοῦ δράματος πρόσωπα Ἑρμῆς Ἴων Χορός ἐκ Θεραπαινίδων Κρεούσης Κρέουσα Ξοῦθος Πρεσβύτη Θεράπων Κρεούσης Πύθια ἤτοι Προφῆτις Ἀθήνα Ἑρμῆς Ἄτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸν θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν μιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν. ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί. ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος. ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον — γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος, τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη φρουρὼ παραζεύξασα φύλακε σώματος δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ. κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε· ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα