μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν, ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο. βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος. ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ, τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε· Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.