πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε· Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν, οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός, ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν