ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος. ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ· Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω; ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε· ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως, ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ. τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός; πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.