πατέρος ἀμφαίνεις; λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλαθρα κακὰ τάδε, τλήμονάς τε παίδων τύχας; Ἄγγελος ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης· χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν, ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος. ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ· Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω; ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε· ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως, ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ. τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός; πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν. αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν