Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε, μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων, ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ γνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος, μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ, τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην. Λύσσα ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος· τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους, παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν, Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις. ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους· ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο· σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά. Ἶρις μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα. Λύσσα ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ. Ἶρις οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ. Λύσσα Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι. εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει τάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων,