λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος τὰν Ἡρακλέος ἀλκάν· γᾶς ὃς ἐξέβα θαλάμων Πλούτωνος δῶμα λιπὼν νέρτερον. κρείσσων μοι τύραννος ἔφυς ἢ δυσγένειʼ ἀνάκτων, ἃ νῦν ἐσορᾶν ἔφανε ξιφηφόρων ἐς ἀγώνων ἅμιλλαν, εἰ τὸ δίκαιον θεοῖς ἔτʼ ἀρέσκει. Χορός — ἔα ἔα· ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου, γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ; — φυγῇ φυγῇ νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα. — ὦναξ Παιάν, ἀπότροπος γένοιό μοι πημάτων. Ἶρις θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονον Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος, ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν, ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο. πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς, τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρ Ζεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ· ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως, Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλει παῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ. ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν,