ὁ χρυσὸς ἅ τʼ εὐτυχία φρενῶν βροτοὺς ἐξάγεται, δύνασιν ἄδικον ἐφέλκων. Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα· νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς ἔθραυσεν ὄλ- βου κελαινὸν ἅρμα. Χορός Ἰσμήνʼ ὦ στεφαναφόρει, ξεσταί θʼ ἑπταπύλου πόλεως ἀναχορεύσατʼ ἀγυιαί, Δίρκα θʼ ἁ καλλιρρέεθρος, σύν τʼ Ἀσωπιάδες κόραι, πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί, Νύμφαι, τὸν Ἡρακλέους καλλίνικον ἀγῶνα. Πυθίου δενδρῶτι πέτρα Μουσῶν θʼ Ἑλικωνιάδων δώματʼ, ὤ, ἥξετʼ εὐγαθεῖ κελάδῳ ἐμὰν πόλιν, ἐμὰ τείχη, Σπαρτῶν ἵνα γένος ἔφανε χαλκασπίδων λόχος, ὃς γᾶν τέκνων τέκνοις μεταμείβει, Θήβαις ἱερὸν φῶς. Χορός ὦ λέκτρων δύο συγγενεῖς εὐναί, θνατογενοῦς τε καὶ Διός, ὃς ἦλθεν ἐς εὐνὰν Νύμφας τᾶς Περσηίδος· ὡς πιστόν μοι τὸ παλαιὸν ἤ- δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη,