—ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω. Λύκος ἰώ μοί μοι. Χορός —τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω. >βοᾷ φόνου φροίμιον στενάζων ἄναξ. Λύκος ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ. Χορός —καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων τόλμα, διδούς γε τῶν δεδραμένων δίκην. —τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν, ἄφρονα λόγον οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ σθένουσιν θεοί; — γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ. — σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα. — φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω. Χορός —χοροὶ χοροὶ καὶ θαλίαι μέλουσι Θή- βας ἱερὸν κατʼ ἄστυ. μεταλλαγαὶ γὰρ δακρύων, μεταλλαγαὶ συντυχίας νέας ἔτεκον ἀοιδάς. βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον. δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς. Χορός θεοὶ θεοὶ τῶν ἀδίκων μέλουσι καὶ τῶν ὁσίων ἐπᾴειν.