μολπὰν καὶ Λίβυν αὐλόν· οὔπω καταπαύσομεν Μούσας, αἵ μʼ ἐχόρευσαν. Χορός παιᾶνα μὲν Δηλιάδες ὑμνοῦσʼ ἀμφὶ πύλας τὸν Λατοῦς εὔπαιδα γόνον εἱλίσσουσαι καλλίχορον· παιᾶνας δʼ ἐπὶ σοῖς μελά- θροις κύκνος ὣς γέρων ἀοι- δὸς πολιᾶν ἐκ γενύων κελαδήσω· τὸ γὰρ εὖ τοῖς ὕμνοισιν ὑπάρχει· Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίας πλέον ὑπερβάλλων ἀρετᾷ μοχθήσας τὸν ἄκυμον θῆκεν βίοτον βροτοῖς πέρσας δείματα θηρῶν. Λύκος ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ· χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν. ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν. Ἀμφιτρύων ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς· ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν. ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ. Λύκος ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου; Ἀμφιτρύων δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —