τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ; Μεγάρα διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι, εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν· τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ. Ἡρακλῆς Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου. Μεγάρα τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. Ἡρακλῆς πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών; Μεγάρα Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. Ἡρακλῆς ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός; Μεγάρα στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος. Ἡρακλῆς τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος; Μεγάρα κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. Ἡρακλῆς τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων; Μεγάρα μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. Ἡρακλῆς κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων; Μεγάρα θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα. Ἡρακλῆς καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ. Μεγάρα φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν. Ἡρακλῆς πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία; Μεγάρα Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε. Ἡρακλῆς τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν; Μεγάρα βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους Ἡρακλῆς κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι; Μεγάρα αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. Ἡρακλῆς οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων; Μεγάρα φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες; Ἡρακλῆς μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν; Μεγάρα ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές. Ἡρακλῆς οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης