ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο. ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ. ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον πανύστατον νῦν, ἥλικες, δεδόρκατε. Μεγάρα ἔα· ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ; Ἀμφιτρύων οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει. Μεγάρα ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν. τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ; οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων, ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος. Ἡρακλῆς ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς, ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών. ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, πατέρα τε δακρύοντα — συμφορὰς τίνας; φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς· γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος; Μεγάρα ὦ φίλτατʼ ἀνδρῶν Ἀμφιτρύων ὦ φάος μολὼν πατρί Μεγάρα ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;