ἄλοχόν τε φίλην ὑπὸ σειραίοις ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ, δακρύων ὡς οὐ δύναμαι κατέχειν γραίας ὄσσων ἔτι πηγάς. Μεγάρα εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς; ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε. ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. φεῦ· ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα. σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ, Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο· σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, ὡς ἐξέπειθες τὸν κατασπείραντά σε· ἐς δεξιάν τε σὴν ἀλεξητήριον ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι