τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ- βάρου κόρας λάφυρα, καὶ σῴζεται Μυκήναις. Χορός —τάν τε μυριόκρανον πολύφονον κύνα Λέρνας ὕδραν ἐξεπύρωσεν, βέλεσί τʼ ἀμφέβαλʼ ἰόν , τὸν τρισώματον οἷσιν ἔ- κτα βοτῆρʼ Ἐρυθείας. Χορός —δρόμων τʼ ἄλλων ἀγάλματʼ εὐτυχῆ διῆλθε· τόν τε πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι- δαν, πόνων τελευτάν, ἵνʼ ἐκπεραίνει τάλας βίοτον, οὐδʼ ἔβα πάλιν. στέγαι δʼ ἔρημοι φίλων, τὰν δʼ ἀνόστιμον τέκνων Χάρωνος ἐπιμένει πλάτα βίου κέλευθον ἄθεον ἄδι- κον· ἐς δὲ σὰς χέρας βλέπει δώματʼ οὐ παρόντος. Χορός —εἰ δʼ ἐγὼ σθένος ἥβων δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ, Καδμείων τε σύνηβοι, τέκεσιν ἂν προπαρέσταν ἀλκᾷ· νῦν δʼ ἀπολείπομαι τᾶς εὐδαίμονος ἥβας. Χορός —ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων ἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλου δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους,