τοῖς θανοῦσιν ἄγαλμα. Χορός —πρῶτον μὲν Διὸς ἄλσος ἠρήμωσε λέοντος, πυρσῷ δʼ ἀμφεκαλύφθη ξανθὸν κρᾶτʼ ἐπινωτίσας δεινῷ χάσματι θηρός· Χορός —τάν τʼ ὀρεινόμον ἀγρίων Κενταύρων ποτὲ γένναν ἔστρωσεν τόξοις φονίοις, ἐναίρων πτανοῖς βέλεσιν. ξύνοιδε Πηνειὸς ὁ καλ- λιδίνας μακραί τʼ ἄρου- ραι πεδίων ἄκαρποι καὶ Πηλιάδες θεράπναι σύγχορτοί τʼ Ὀμόλας ἔναυ- λοι, πεύκαισιν ὅθεν χέρας πληροῦντες χθόνα Θεσσαλῶν ἱππείαις ἐδάμαζον· Χορός —τάν τε χρυσοκάρανον δόρκαν ποικιλόνωτον συλήτειραν ἀγρωστᾶν κτείνας, θηροφόνον θεὰν Οἰνωᾶτιν ἀγάλλει· Χορός —τεθρίππων τʼ ἐπέβα καὶ ψαλίοις ἐδάμασε πώλους Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα- ζον κάθαιμα σῖτα γένυσι, χαρμοναῖσιν ἀνδροβρῶσι δυστράπεζοι· πέραν δʼ ἀργυρορρύτων Ἕβρου