κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός. Λύκος ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω. κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. Μεγάρα ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι. Ἀμφιτρύων ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην, μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν· σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος. ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν· παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς. Χορός —αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ μολπᾷ Φοῖβος ἰαχεῖ τὸν κάλλει φθιτόν, κιθάραν ἐλαύνων πλήκτρῳ χρυσέῳ· ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ ἐς ὄρφναν μολόντα, παῖδʼ εἴτε Διός νιν εἴπω, εἴτʼ Ἀμφιτρύωνος ἶνιν, ὑμνῆσαι στεφάνωμα μό- χθων διʼ εὐλογίας θέλω. γενναίων δʼ ἀρεταὶ πόνων