ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας. ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν. ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν. οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο. Μεγάρα γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών· ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων, γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν. ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά· σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο· οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις, ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ, ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον. σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι· ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο; καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν; ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;