εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα, ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις, ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός· βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ. φεῦ· ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι λόγους ὀνειδιστῆρας ἐνδατούμενος· τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε; ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν. οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν, ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν. τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν, λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ. Χορός ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν; Λύκος σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,