ἐμὲ δὲ τίς, τέκνον; Ἡρακλῆς ἐγώ. Ἀμφιτρύων πότʼ ἐλθών; Ἡρακλῆς ἡνίκʼ ἂν θάψῃς τέκνα. Ἀμφιτρύων πῶς; Ἡρακλῆς εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο. ἀλλʼ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ· ἡμεῖς δʼ ἀναλώσαντες αἰσχύναις δόμον, Θησεῖ πανώλεις ἑψόμεσθʼ ἐφολκίδες. ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ. Χορός στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι, τὰ μέγιστα φίλων ὀλέσαντες.