ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα. Θησεύς οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; Ἡρακλῆς ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά. Θησεύς εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει. Ἡρακλῆς ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ. Θησεύς ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. Ἡρακλῆς σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; Θησεύς ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. Ἡρακλῆς πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς; Θησεύς πρόβαινε. Ἡρακλῆς χαῖρʼ, ὦ πρέσβυ. Ἀμφιτρύων καὶ σύ μοι, τέκνον. Ἡρακλῆς θάφθʼ ὥσπερ εἶπον παῖδας.