Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ. Θησεύς ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις. Ἡρακλῆς οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. Θησεύς καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι. Ἡρακλῆς φεῦ· αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν. Θησεύς παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ. Ἡρακλῆς ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. Θησεύς ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. Ἡρακλῆς παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν. Θησεύς δίδου δέρῃ σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ. Ἡρακλῆς ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής. ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον. Ἀμφιτρύων ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. Ἡρακλῆς Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα. Θησεύς ὡς δὴ τί; φίλτρον τοῦτʼ ἔχων ῥᾴων ἔσῃ; Ἡρακλῆς ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω. Ἀμφιτρύων ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα. Θησεύς οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; Ἡρακλῆς ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά. Θησεύς εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει. Ἡρακλῆς ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ. Θησεύς ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. Ἡρακλῆς σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; Θησεύς ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. Ἡρακλῆς πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς; Θησεύς πρόβαινε. Ἡρακλῆς χαῖρʼ, ὦ πρέσβυ. Ἀμφιτρύων καὶ σύ μοι, τέκνον. Ἡρακλῆς θάφθʼ ὥσπερ εἶπον παῖδας.