ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω; οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον. ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών, λύπῃ τι παίδων μὴ πάθω μονούμενος. ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ. Θησεύς ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις. Ἡρακλῆς οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. Θησεύς καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.