σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς, μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ, ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι. ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ, ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε· Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων, ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι,