κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς, οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά. ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν, ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς, μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ, ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι. ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ, ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε· Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων, ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι, ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω; οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον. ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών, λύπῃ τι παίδων μὴ πάθω μονούμενος. ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν