τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων. θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων· ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ. Ἡρακλῆς οἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν, ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι, οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν, μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος· ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται, οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος. ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω. ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην· ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν· νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον. εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς, ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν· δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος — πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,