ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους. Χορός οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ. Θησεύς παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως