κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα. ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους. Χορός οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ. Θησεύς παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως Ὄλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες. καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή; Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος. ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος, δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος. ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρους δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς, θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι