ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν; κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι, γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι· Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται; κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.