τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως. τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον, παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν; κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι, γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι· Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται; κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν. ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε· φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι. καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν, ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι. τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν βίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι; χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ