ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς. Ἡρακλῆς γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ. Θησεύς δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος; Ἡρακλῆς θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. Θησεύς εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. Ἡρακλῆς σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. Θησεύς ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; Ἡρακλῆς οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον. Θησεύς εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος; Ἡρακλῆς οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ. Θησεύς οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν. Ἡρακλῆς ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν. πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους. Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατο Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον· πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ· ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα. ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;