δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν; Ἡρακλῆς αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ. Θησεύς ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς. Ἡρακλῆς γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ. Θησεύς δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος; Ἡρακλῆς θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. Θησεύς εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. Ἡρακλῆς σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. Θησεύς ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; Ἡρακλῆς οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον. Θησεύς εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος; Ἡρακλῆς οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ. Θησεύς οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.