εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος, ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν. τί μοι προσείων χεῖρα σημαίνεις φόνον; ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων; οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον, ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα. χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων, καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει, συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα, βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν, φέρει τά γʼ ἐκ θεῶν πτώματʼ οὐδʼ ἀναίνεται. Ἡρακλῆς Θησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων; Θησεύς ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. Ἡρακλῆς τί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίῳ; Θησεύς τί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν. Ἡρακλῆς φεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν. Θησεύς οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων. Ἡρακλῆς ἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι. Θησεύς ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν. Ἡρακλῆς οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα. Θησεύς κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς. Ἡρακλῆς ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν; Θησεύς ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. Ἡρακλῆς τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν. Θησεύς δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν; Ἡρακλῆς αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.