αἷμά τε παιδοφόνον. Θησεύς ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν. Ἀμφιτρύων ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτων πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί, ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά- σχεθε λέοντος ἀγρίου θυμόν, ὡς βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ, κακὰ θέλων κακοῖς συνάψαι, τέκνον. Θησεύς εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.