μαινομένῳ πιτύλῳ πλαγχθεὶς ἑκατογκεφάλου τε βαφαῖς ὕδρας. Θησεύς Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον; Ἀμφιτρύων ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ- σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς. Θησεύς φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; Ἀμφιτρύων οὐκ ἂν εἰδείης ἕτερον πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν. Θησεύς τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα; Ἀμφιτρύων αἰδόμενος τὸ σὸν ὄμμα καὶ φιλίαν ὁμόφυλον