τεκόμενος δʼ ἔκανε, φόνιον αἷμα τλάς. Θησεύς εὔφημα φώνει. Ἀμφιτρύων βουλομένοισιν ἐπαγγέλλῃ. Θησεύς ὦ δεινὰ λέξας. Ἀμφιτρύων οἰχόμεθʼ οἰχόμεθα πτανοί. Θησεύς τί φῄς; τί δράσας; Ἀμφιτρύων μαινομένῳ πιτύλῳ πλαγχθεὶς ἑκατογκεφάλου τε βαφαῖς ὕδρας. Θησεύς Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον; Ἀμφιτρύων ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ- σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς. Θησεύς φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; Ἀμφιτρύων οὐκ ἂν εἰδείης ἕτερον πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν. Θησεύς τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα; Ἀμφιτρύων αἰδόμενος τὸ σὸν ὄμμα καὶ φιλίαν ὁμόφυλον αἷμά τε παιδοφόνον. Θησεύς ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν. Ἀμφιτρύων ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτων πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί, ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά- σχεθε λέοντος ἀγρίου θυμόν, ὡς βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ, κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.