ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί, δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου; ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός. ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος ἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν. οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών; φέρʼ ἄν τι κρατὶ περιβάλω σκότον. αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς· καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω. Θησεύς ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς