ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς; Ἀμφιτρύων μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. Ἡρακλῆς αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. Ἀμφιτρύων τούτων ἕκατι σὰς καταστένω τύχας. Ἡρακλῆς ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν; Ἀμφιτρύων οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. Ἡρακλῆς ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν; Ἀμφιτρύων ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. Ἡρακλῆς οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς; κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας τέκνοις δικαστὴς αἵματος γενήσομαι;