τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα. Ἡρακλῆς ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι; Ἀμφιτρύων ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε; Ἡρακλῆς ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν; Ἀμφιτρύων τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. Ἡρακλῆς ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. Ἀμφιτρύων ἰδού, θέασαι τάδε τέκνων πεσήματα. Ἡρακλῆς οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας; Ἀμφιτρύων ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. Ἡρακλῆς τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε; Ἀμφιτρύων σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. Ἡρακλῆς τί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ. Ἀμφιτρύων μανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα.